Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.280 Joseph. AJ 11.285 (English) >>Joseph. AJ 11.290

11.283εἰδέναι μέντοι γε βούλομαι καὶ πόλιν καὶ πᾶν ἔθνος, ἐὰν τῶν γεγραμμένων τινὸς παρακούσῃ, ὅτι καὶ πυρὶ καὶ σιδήρῳ δαπανηθήσεται. τὰ μέντοι γεγραμμένα προτεθήτω καθʼ ὅλης τῆς ἡμῖν ὑπηκόου χώρας, καὶ παρασκευαζέσθωσαν πάντως εἰς τὴν προγεγραμμένην ἡμέραν, ἵνα τοὺς ἐχθροὺς μετέλθωσιν.” 11.284

Οἱ μὲν οὖν ἱππεῖς οἱ τὰς ἐπιστολὰς διακομίζοντες εὐθὺς ἐξορμήσαντες τὴν προκειμένην ὁδὸν ἤνυον. δὲ Μαρδοχαῖος ὡς ἀναλαβὼν τὴν βασιλικὴν στολὴν καὶ τὸν στέφανον τὸν χρυσοῦν καὶ τὸν στρεπτὸν περιθέμενος προῆλθεν, ἰδόντες αὐτὸν οὕτως τετιμημένον ὑπὸ τοῦ βασιλέως οἱ ἐν Σούσοις ὄντες Ἰουδαῖοι κοινὴν ὑπέλαβον τὴν εὐπραγίαν αὐτοῦ. 11.285χαρὰ δὲ καὶ σωτήριον φέγγος ἐκτιθεμένων τῶν τοῦ βασιλέως γραμμάτων καὶ τοὺς κατὰ πόλιν τῶν Ἰουδαίων καὶ τοὺς κατὰ χώραν ἐπεῖχεν, ὡς πολλὰ καὶ τῶν ἄλλων ἐθνῶν διὰ τὸν ἐκ τῶν Ἰουδαίων φόβον περιτεμνόμενα τὴν αἰδῶ τὸ ἀκίνδυνον αὐτοῖς ἐκ τούτου πραγματεύσασθαι. 11.286καὶ γὰρ τοῦ δωδεκάτου μηνὸς τῇ τρισκαιδεκάτῃ, ὃς κατὰ μὲν Ἑβραίους Ἄδαρ καλεῖται κατὰ δὲ Μακεδόνας Δύστρος, οἱ κομίσαντες τὰ τοῦ βασιλέως γράμματα ἐδήλουν, ὅπως καθʼ ἣν ἡμέραν αὐτοὶ κινδυνεύσειν ἤμελλον ἐν ταύτῃ τοὺς ἐχθροὺς ἀπολέσωσιν. 11.287οἱ δὲ ἄρχοντες τῶν σατραπειῶν καὶ οἱ τύραννοι καὶ οἱ βασιλεῖς καὶ οἱ γραμματεῖς εἶχον ἐν τιμῇ τοὺς Ἰουδαίους· γὰρ ἐκ Μαρδοχαίου φόβος ἠνάγκαζεν αὐτοὺς σωφρονεῖν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.280 Joseph. AJ 11.285 (English) >>Joseph. AJ 11.290

Powered by PhiloLogic